Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.184 Dem. 24.187 (English) >>Dem. 24.190

24.186ὑμεῖς δʼ εἰς τοσοῦτον, ἄνδρες Ἀθηναῖοι, προῆχθʼ εὐηθείας καὶ ῥᾳθυμίας ὥστʼ οὐδὲ τοιαῦτʼ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, γῆ καὶ θεοί. καὶ τοῦτʼ ἀσέβημʼ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι δεῖν τὸν εἰς ἱέρʼ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.

24.187καὶ περὶ μὲν τούτου κατὰ σχολήν· δὲ Τιμοκράτης νῦν ἐρεῖ, πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι. οἶδα δʼ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθʼ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντʼ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν· ἀκούω δʼ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματʼ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ, καὶ ὅτι δεινότατʼ ἂν πάθοι πάντων ἀνθρώπων, εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια, ὑπὲρ ὧν αὐτὸς αἰτίαν ἔχει θεῖναι τὸν νόμον, μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο. 24.188ἐγὼ δὲ τὸν λόγον ἡγοῦμαι τοῦτον οὐδὲ καθʼ ἓν λέγειν ἐνεῖναι τούτῳ. εἰ μὲν γὰρ ὑπὲρ τούτων, οὓς τὰ προσήκοντα φῂς πεποιηκέναι, θεῖναι τὸν νόμον ὁμολογεῖς, κατʼ ἐκεῖνο προσήκει σʼ ἁλίσκεσθαι φανερῶς, ὅτι μὴ τιθέναι νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς πολίταις, ἄντικρυς οἱ κύριοι νόμοι λέγουσι, καθʼ οὓς οὗτοι δικάσειν ὀμωμόκασιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.184 Dem. 24.187 (English) >>Dem. 24.190

Powered by PhiloLogic